TLG 2030 001 :: GEOGRAPHICA ADESPOTA (GGM) :: Fragmenta

GEOGRAPHICA ADESPOTA (GGM) Geogr.
(Incertum)

Fragmenta

Source: Müller, K. (ed.), Geographi Graeci minores, vol. 2. Paris: Didot, 1861 (repr. Hildesheim: Olms, 1965): 509–511.

Citation: Fragment — (line)

T

ΑΠΟΣΠΑΣΜΑΤΑ.

1

Τῶν δ’ εὐμεγεθῶν νήσων Σαρδὼ μὲν τὴν περίμετρον ἔχει σταδίων ͵δυμʹ, μιλίων φ[ϙβʹ], Κύρνος δὲ, ἣν Κορσι‐ κὴν οἱ ἐπιχώριοι καλοῦσι, τὰ κύκλῳ ἔχει σταδίων ͵δυμʹ. Τῆς δὲ Κρήτης τὰ κύκλῳ ἐστὶ σταδίων ͵δτʹ. Ἡ δὲ
5Κύπρος σταδίων ͵γ. Τῶν δὲ Βρεττανικῶν νήσων ἡ μεγίστη καλουμένη Ἀλβίων τὴν περίμετρον ἔχει στα‐ δίων τρισμυρίων ἐννακισχιλίων, ἡ δὲ Ἰέρνη ἀναλόγως
ταύτης μείζων*. Ἡ δὲ Πελοπόννησος σταδίων ἐστὶ τετρακισχιλίων πεντακοσίων. Ῥόδου δὲ ἡ περίμετρος509
10σταδίων ωκεʹ, Κῶ δὲ νήσου σταδίων ωʹ. Χίος δὲ σταδίων ͵αχʹ. Λέσβου δὲ τὰ κύκλῳ ͵αρπʹ. Ἡ δὲ Σα‐ μία νῆσος σταδίων ωʹ.

2

Μῆκος τῆς ὅλης γῆς ἀπὸ ἀνατολῶν εἰς δυσμάς φασι σταδίους ὀκτακισμυρίους. Τῆς δ’ ὅλης γῆς τὸ μέ‐ γιστον ἐχούσης κύκλῳ εἰς μυριάδας σταδίων κεʹ, τὴν σύμπασαν αὐτῆς ἐπιφάνειαν λογιζόμενοι, τίθεμεν εἰς
5[μυριάδων] μυριάδας διακοσίας· ὧν τὸ τῆς ἡμετέρας οἰκουμένης ὡς τέταρτόν ἐστι τούτου. Μῆκος δὲ τοῦ παντὸς χύματος ἀφ’ Ἡρακλείων στηλῶν ἕως τῆς πρὸς ἀνατολαῖς Συρίας οὐ πολὺ λείπει τρισμυρίων στα‐
δίων.510

3

Νάξος νῆσος*. —Ἡ Μαραθὼν τῆς Ἀττικῆς στα‐ δίους τριακοσίους ἀπέχουσα τῆς πόλεως. Ἔστι δὲ ὁ Ἑλλήσποντος πορθμὸς, φερόμενος ἀπὸ τῆς Προπον‐ τίδος ἐπὶ τὸ Αἰγαῖον πέλαγος, ἔχων τὸ πλάτος στα‐
5δίων ζʹ, ὃν ἔζευξε Ξέρξης. Ἔστι δὲ ἡ Σικελία νῆσος σταδίων τετρακισχιλίων ὀκτακοσίων ἔχουσα τὴν περί‐
μετρον, μιλίων χμεʹ.511